Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 6
Dioscurides Pedianus, De materia medica 6.2
Not analysed yet
2 φιλεῖ δὲ λιπαρὰν 2 γῆν, εὐήλιον, δρυμούς καὶ γεώλοφα· πλεονάζει δὲ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λύκαιον καὶ Κυλλήνην. ἁρμόζει δὲ ἡ ῥίζα δήγμασι, σπάσμασι, πλευριτικοῖς, δυσπνοίᾳ, πνοίᾳ, βηχὶ παλαιᾷ, αἱμοπτυῖκοῖς, ἀπυρέτοις μὲν μετʼ οἴνου, πυρέσσουσι δὲ μεθʼ ὕδατος δραχμῶν δυεῖν πλῆθος τῆς ῥίζης διδόμενον καὶ πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα.