Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 64
Dioscurides Pedianus, De materia medica 64.1
Not analysed yet
64 σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὁμοίου τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένας ψιάθους, τὸ δὲ τῷ στελέχει περιπήγνυται. καὶ λέγεται δὲ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται, ἡ δέ τις Γαβιρέα λιπαρωτάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἣ καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ Τρωγλοδυτική, καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος οὖσα καὶ δηκτική, διαυγής· λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἐναριθμουμένη, ἐνάπαλος οὖσα ὡς τὸ βδέλλιον, ὑπόβρωμος τῇ ὀσμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη.