Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 64
Dioscurides Pedianus, De materia medica 64.3
Not analysed yet
3 ἐκλέγου δὲ τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν πανταχόθεν καὶ τὴν ἐν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν διαφύσσεις λείας, μικρόβωλον δὲ καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἐστὶν ἄχρηστος. δύναμιν δὲ ἔχει θερμαντικήν, καρωτικήν, κολλητικήν, ξηραντικήν, στυπτικήν· μαλάσσει δὲ καὶ μήτραν μεμυκυῖαν καὶ ἀνα στομοῖ, ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα συντόνως σὺν ἀψινθίῳ ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ προστεθεῖσα. λαμβάνεται δὲ ἀντὶ καταποτίου μέγεθος κυάμου πρὸς βῆχα χρόνιον καὶ ὀρθόπνοιαν καὶ πλευρᾶς πόνον καὶ θώρακος, ῥύσιν τε κοιλίας καὶ δυσεντερίαν.