Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 105
Dioscurides Pedianus, De materia medica 66.105.1
Not analysed yet
105 ἄγριελαία, ἣν ἔνιοι κότινον καλοῦσιν, οἱ δὲ Αἰθιοπικὴν ἐλαίαν, ἔχει τὰ φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα ἐφεκτικά ἐστιν ἐρυσιπελάτων, ἑρπήτων, ἐπινυκτίδων, ἀνθράκων, νομῶν, παρωνυχιῶν, περιχαρακτικά τε ἐσχαρῶν σὺν μέλιτι καταπλασσόμενα· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη, διαφορεῖ καὶ φύγεθλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐτῶν καὶ τὸ ἀφέψημα τὸ αὐτὸ ποιεῖ.