Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 106
Dioscurides Pedianus, De materia medica 66.106.2
Not analysed yet
μὠμαὶ δὲ καταπλασθεῖσαι λεῖαι φλεγμονάς παρηγοροῦσι, σὺν 2 στέατι δὲ χοιρείῳ ταριχηρῷ πρὸς κακοήθεις σκληρίας καὶ πρὸς πονηρευόμενα ἕλκη ἁρμόζουσιν. ἰσχυρότεραι δὲ τῶν δρυίνων αἱ πρίνιναι τῇ δυνάμει εἰσί. καὶ ἡ φηγὸς δὲ καὶ ἡ πρῖνος εἴδη ὄντα δρυὸς ἐοικότα ἐνεργεῖ τῆς δὲ ῥίζης τῆς πρίνου φλοιὸς σὺν ὕδατι ἑψηθείς, ἄχρις οὗ τακηρὸς γένηται, καὶ ἐπιπλασθεὶς νύκτα ὅλην τρίχας μελαίνει προαποσμηχθείσας Κιμωλίᾳ γῇ.