Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 108
Dioscurides Pedianus, De materia medica 66.108.2
Not analysed yet
δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ 2 ἡ ἀκακία. μελαίνει δὲ τρίχας τὸ ἀφέψημα, δυσεντερίας τέ ἐστιν ἔγκλυσμα καὶ πόμα καὶ ἐγκάθισμα, καὶ ὤτων πυορροούντων ἔγκλυσμα, πτερύγιά τε καὶ φαγεδαίνας ἐπέχει καταπλασσόμενα τὰ φύλλα μετʼ ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλλων, ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι μελιτώδους συστάσεως, ἁρμόζει πρὸς ὅσα καὶ τὸ λύκιον.