Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 113
Dioscurides Pedianus, De materia medica 66.113
Not analysed yet
113 κεράσια καὶ αὐτὰ μὲν χλωρὰ λαμβανόμενα εὐκοίλια τυγχάνει, ξηρὰ δὲ ἵστησι κοιλίαν. τὸ δὲ κόμμι τῶν κεράσων βῆχα χρονίαν ἰᾶται λαμβανόμενον μετὰ κράματος, εὔχροιάν τε καὶ ὀξυδερκίαν καὶ ὄρεξιν ποιεῖ· ὠφελεῖ δὲ καὶ λιθιῶντας μετʼ οἴνου πινόμενον.