Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 115
Dioscurides Pedianus, De materia medica 66.115.1
Not analysed yet
115 μηλέας πάσης τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ βλαστοὶ στύφουσι, μάλιστα δὲ τῆς κυδωνίας. καὶ ὁ καρπὸς ἔνωμος μὲν στυπτικὸς καθέστηκε, πεπανθεὶς δὲ οὐχ ὁμοίως. τὰ δὲ τοῦ ἔαρος ἀκμάζοντα μῆλα χολοποιά, ἄθετα τῷ νευρώδει παντί, ἐμπνευματοῦντα. τὰ δὲ κυδώνια εὐστόμαχα, οὐρητικά —ὀπτηθέντα δὲ προσηνέστερα γίνεται —,χρήθιμα κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς καὶ χολεριῶσι, μάλιστα δʼ ὠμά· καὶ τὸ ἀπόβρεγμα δὲ αὐτῶν ἁρμόζει τοῖς στόμαχον ἢ κοιλίαν δευματιζομένοις ἐν ποτῷ.