Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 115
Dioscurides Pedianus, De materia medica 66.115.3
Not analysed yet
3 καὶ χρῖσμα δὲ ἐξ αὐτῶν σκευάζεται τὸ καλοίμενον μήλινον, ᾧ χρώμεθα, ὁπόταν στυπτικοῦ ἐλαίου δεηθῶμεν. ἐκλέγεσθαι δὲ δεῖ τὰ ἀληθινά· μικρὰ δέ ἐστι καὶ τεριφερῆ καὶ εὐώδη ταῦτα. τὰ δὲ λεγόμενα στρουθία καὶ μεγάλα ἦττόν ἐστιν εὔχρηστα. τὰ δὲ ἄνθη αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς τὰ στύψεως χρείαν ἔχοντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καὶ πρὸς αἵματος ἀναγμωγὰς καὶ κοιλίας ῥύσιν καὶ ἐμμήνων φοράν ἁρμόω μετὰ οἴνου πινόμενα. τὰ δὲ μ ελίμηλα κοιλίαν μαλάσσει καὶ θηρία ἐκτενάσσει, κακοστόμαχα καὶ καύσου ποιητικὰ ὄντα. καλεῖται δὲ ὑπό τινων γλυκύμηλα.