Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 121
Dioscurides Pedianus, De materia medica 66.121
Not analysed yet
121 κοκκυμηλέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ Συριακῶν καὶ μάλιστα τῶν ἐν Δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα σνέλλει. τὰ δὲ αὐτὰ παρέχει καὶ ὁ τῶν ἀγρίων κοκκυμηλέων καρπὸς πέπειρος ξηρανθείς, ἑψηω δὲ μετὰ ἑψήματος εὐστομαχώτερος καὶ σταλτικώτερος κοιω γίνεται. τὸ δὲ κ όμμ ι τῆς κοκκυμηλέας ἐστὶ κολλητικόν, λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας τοὺς ἐπὶ παιδίων θεραπεύει.