Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 123
Dioscurides Pedianus, De materia medica 66.123.2
Not analysed yet
ἔστι δὲ καὶ ἀμέθυστα προλαμβανόμενα 2 ὅσον πέντε κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει καὶ βοηθεῖ πρὸς αἵματος ἀναγωγὴν πινόμενον καὶ ἐπιχριόμενον δὲ σὺν ὄξει λειχῆνας ἐπιπολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράματος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς ἐνέργειαν τῆς πικρᾶς. καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρὰ στομάχου πλάδον ἀποκαθίστησιν.