Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 126
Dioscurides Pedianus, De materia medica 66.126.1
Not analysed yet
126 μορέα ἢ συκάμινον δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς λυτικὸς κοιλίας, εὔφθαρτος, κακοστόμαχος. καὶ ὁ ἐξ αὐτοῦ δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα ἐπιτείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ κυπέρου καὶ σμύρνης καὶ κρόκου, ἔτι δὲ καὶ μυρίκης καρποῦ καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρά κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μείγνυται καὶ κοιλιακοὺς ὀνίνησιν.