Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Section 1
Dioscurides Pedianus, De materia medica 66.68.1.3
Not analysed yet
3 καὶ τὰ πυρίκαυτα δὲ καὶ χίμετλα ἰᾶται σὺν στέατι χηνείῳ χοιρείῳ, ἀχῶρας δὲ σὺν νίτρῳ σμώμενος ἰᾶται, παρωνυχίας τε σὺν μέλιτι καὶ ὤτων θλάσεις σὺν πίσσῃ· πρὸς δὲ τὰ λοιπὰ ἀλγήματα τῶν ὤτων σὺν οἴνῳ γλυκεῖ ἐγχεόμενος, μαστούς τε τοὺς ἀπὸ τοκετῶν φλεγμαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μείγνυται δὲ καὶ τοῖς πρὸς ἀρτηρίαν ὠφελίμως καὶ τοῖς σπλαγχνικοῖς φαρμάκοις, αἱμοπτυικούς τε ὡφελεῖ πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ὑπὸ τῶν ὑγιαινόντων πλείων δὲ μετʼ οἴνου ποθεὶς καὶ κτείνει.