Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Section 1
Dioscurides Pedianus, De materia medica 66.68.1.5
Not analysed yet
φλοιὸς δὲ λιβάνου διαφέρει ὁ παχὺς καὶ λιπαρὸς καὶ 5 εὐώδης, πρόσφατος, λεῖος, καὶ μὴ λεπρώδης ἢ ὑμενώδης. δολοῦται δὲ μειγνυμένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυίνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτυφοῦνται, ὁ μέντοι τοῦ λιβάνου φλοιὸς ἀνάπτεται καὶ μετʼ εὐωδίας ἐκθυμιᾶται. καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ λίβανος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λίβανος, ἐνεργέστερος ὢν καὶ στυπτικώτερος, ὅθεν ποθεὶς αἱμοπτυικοῖς μᾶλλον καὶ ῥοικοῖς ἁρμόζει ἐν προσθέτῳ· ποιεῖ καὶ πρὸς οὐλὰς τὰς ἐν ὀφθαλμοῖς καὶ κοιλώματα καὶ ῥυπαρίας. φωχθεὶς δὲ καὶ πρὸς ψωροφθαλμίας ποιεῖ.