Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Section 1
Dioscurides Pedianus, De materia medica 66.68.1.8
Not analysed yet
8 ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν ποίει τὸ αὐτὸ ἐφ᾿ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ κατακαέντος λιβάνου σποδὸν ἰδίᾳ. δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, σταλτικὴν τῶν ῥευμάτων, ἀνακαθαρτικὴν ἑλκῶν, πληρωτικὴν κοιλωμάτων, σταλτικὴν καρκινωμάτων. τὸν αὐτὸν τρόπον σκευάζεται καὶ ἐκ τῆς σμύρνης καὶ ἐκ τῆς ῥητίνης καὶ ἐκ τοῦ στύρακος λιγνύς. ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ ἐκ τῶν λοιπῶν δὲ δακρύων ὁμοίως τὴν λιγνὺν λάμβανε.