Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 69
Dioscurides Pedianus, De materia medica 66.68.69.3
Not analysed yet
ἡ δὲ ἐξ αὐτῶν λιγνὺς καιομένων ἐκλαμβάνεται πρὸς 3 μέλανος γραφικοῦ κατασκευήν, ποιοῦσα καὶ πρὸς καλλιβλέφαρα καὶ κανθοὺς βεβρωμένους πρός τε πτίλα βλέφαρα καὶ ὀφθαλμοὺς δακρύοντας. πιτυίδες δὲ καλοῦνται ὁ καρπὸς τῶν πιτύων καὶ τῆς πεύκης ὁ εὑρισκόμενος ἐν τοῖς κώνοις. δύναμιν δὲ ἔχουσι στυπτικήν, θερμαίνουσαν ποσῶς· βοηθοῦσι δὲ βηξὶ καὶ τοῖς περὶ θώρακα πάθεσι καθʼ ἑαυτὰς καὶ μετὰ μέλιτος λαμβανόμεναι.