Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 70
Dioscurides Pedianus, De materia medica 66.68.70.1
Not analysed yet
70 σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ, γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως. ποιεῖ δὲ στῦφον πρὸς αἵματος ἀναγωγὰς καὶ ῥύσεις κοιλίας καὶ δυσεντερίας πινόμενον, καὶ πρὸς τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις ὑστέρας καὶ δακτυλίου, καὶ καθόλου ἀντὶ ἀκακίας καὶ ὑποκιστίδος ἔνεστιν αὐτῷ χρῆσθαι· καὶ ὁ χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ.