Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 70
Dioscurides Pedianus, De materia medica 66.68.70.3
Not analysed yet
γεννᾶται δὲ καὶ ῥητίνη ἐξ αὐτῆς, καλουμένη σχινίνη, 3 ὑπʼ ἐνίων δὲ μαστίχη, χρησιμεύουσα πρὸς αἵματος ἀναγωγὰς καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος, ἐρευκτική· μείγνυται δὲ καὶ σμήγμασιν ὀδόντων καὶ ἐπιχρίσμασι προσώπου στιλβοποιοῦσα, ἀνακολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλμοῖς, στόματός τε εὐωδίας παρασκευαστική ἐστι διαμασωμένη καὶ οὔλων σταλτική. γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ καπυρὰ καὶ εὐθρυβής, εὐώδης, ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνη στροβιλίνῃ μειγνυμένη.