Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 74
Dioscurides Pedianus, De materia medica 66.68.74.1
Not analysed yet
74 κυπάρισσος στύφει, ψύχει, ἧς τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης κύστει ῥευματιζομένῃ καὶ δυσουρίᾳ ουρίᾳ βοηθεῖ. τὰ δὲ χλωρά σφαιρία κοπέντα καὶ σύν οἴνῳ πινόμενα ἁρμόζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν, ὀρθόμπνοιαν, βῆχας· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν τὸ αὐτὸ ποιεῖ, μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ σύκου καὶ πολύπους τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται.