Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 79
Dioscurides Pedianus, De materia medica 66.68.79
Not analysed yet
79 πλατάνου τά τρυφερὰ τῶν φύλλων ἑψηθέντα ἐν οἴνῳ καὶ καταπλασθέντα στέλλει ῥεύματα ἀφθαλμῶν· κουφί ίζει δὲ καὶ οἰδήματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς σύν ὄξει ὀδονταλγὶας ἐστὶ διάκλυσμα. τὰ δὲ σφαιρία χλωρὰ σύν οἴνῳ ποθέντα ἑρπετοδήκτοις βοηθεῖ, ἀναλημφθ θέντα δὲ στέατι πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαιρίων ἀκοὴν καὶ ὄψιν παρεμπεσὼν λυμαίνεται.