Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 81
Dioscurides Pedianus, De materia medica 66.68.81
Not analysed yet
81 λεύκης τοῦ δένδρου ὁ φλοιὸς ποθεὶς ὅσον οὐγγίας μιᾶς πλῆθος ἰσχιάδας ὠφελεῖ καὶ στραγγουρίας} ἱστορεῖται δὲ καὶ ἀτόκιος εἶναι ποθεὶς μετὰ ἡμιόνου νεφροῦ, καὶ τά φύλλα δὲ πινόμενα μετὰ τὴν κάθαρσιν σύν ὄξει τὸ αὐτὸ ὁρᾶν λέγεται. ὠφελεῖ δὲ καὶ ὠταλγίαν ὁ χυλὸς τῶν φύλλων χλιαρὸς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων αφαιρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ ἐνσπαρέντα πρασιαῖς κεκοπρισμέναις ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.