Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 90
Dioscurides Pedianus, De materia medica 66.68.90-2
Not analysed yet
90 RV: ῥάμνος οἱ δὲ Περσεφόνιον, οἱ δὲ λευκάκανθα, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ σπίνα κερβάλις, Ἄφροι ἀταδίμ. θάμνος ἐστὶν ἀρθός, ἔχων ῥάδους καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἐστι δὲ καὶ ἑτέρα λευκοτέρα καὶ τάς ῥάβδους ἔχουσα μακροτέρας μὲν καὶ ἀκανθώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν, θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας. ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς ἐρυσιπέλατα καὶ ἔρπητας καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυκαταπλασσόμενα. προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας.