Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 95
Dioscurides Pedianus, De materia medica 66.68.95
Not analysed yet
95 κύπρος δένδρον ἐστὶ ξύλλα ἔχον περὶ ταῖς ῥάβδοις ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ μαλαώτερα καὶ χλωρότερα, ἄνθη λευκά, βοτρυώδη, εὐώδη, σπέρμα μέλαν, ὅμοιον τῳ τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ Ασκάλωνι καὶ Κανώπῃ. δδύναμιν δὲ ἔχει τά φύλλα στυπτικήν, ὅθεν διαμασηθέντα ἄφθας ἰᾶται, καὶ τούς ἄνθρακας καὶ τὰς ἄλλας πυρώδεις φλεγμονὰς καταπλασθέντα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῶν πυρικαύτων κατάντλημα. ξανθίζει δὲ καὶ τρίχας στρουθίου χυλῷ λεῖα τὰ φύλλα βραχέντα καὶ ἐγχρισθέντα. τὸ δὲ ἄνθος ἐπιπλασθὲν τῳ μετώπῳ λεῖον μετ᾿ ὄξους κεφαλαλγίας παύει. τὸ δὲ σκευαζόμενον ἐξ αὐτῆς χρῖσμα κύπρινον θερμαντικὸν γίνεται καὶ μαλακτικὸν νεύρων, εὐῶδες, προσλαμβάνον πυρωτικὰ μείγματα.