Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 97
Dioscurides Pedianus, De materia medica 66.68.97.4
Not analysed yet
4 κράτιστον δέ ἐστιν αὐτοῦ τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλαντον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ ψαφαρίας, ῥητινῶδες. τοιοῦτον δέ ἐστι τὸ ἐν Κύπρῳ γεννώμενον, τὸ μέντοι Ἀραβικὸν καὶ Λιβικὸν εὐτελέστερον. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν. ἵστησι δὲ τὰς ῥεούσας τρίχας μιγὲν οἴνῳ καὶ σμύρνῃ καὶ μυρσινίνῳ ἐλαίῳ, οὐλάς τε εὐπρεπεστέρας ποιεῖ μετʼ οἴνου καταχριόμενον, καὶ ὠταλγίας μεθʼ ὐδρομέλιτος ἢ ῥοδίνου ἐγχεόμενον θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς, καὶ σκληρίας θεραπεύει τὰς ἐν μήτρᾳ ἐν πεσσῷ μιγέν, καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μείγνυται, κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν· ἐστι δὲ καὶ οὐρητικόν.