Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 98
Dioscurides Pedianus, De materia medica 66.68.98.2
Not analysed yet
δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, 2 ἀνδρικῶς δὲ ποιεῖ καὶ πρὸς τὰ παλαιὰ ῥεύματα καὶ φλυκτίδας. εἰ δέ τις ποιήσας ἐξ αὐτῆς ἀκόνιον χρῷτο εἰς τὰ κολλύρια, βέλτιον ἐνεργήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τορνευμάτων ἢ ῥινημάτων βρεχομένων ἐν οἴνῳ Χίῳ ἡμέραν καὶ νύκτα, εἶτα λειουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασσομένων. ἐνιοι δὲ προτρίψαντες διασήθουσιν αὐτήν, εἶθ’ οὕτω τὰ λοιπὰ ποιοῦσι, τινὲς δὲ ἀντὶ τοῦ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ, ἕως ἂν ἀνθρακωθῇ, καὶ πλύνεται ὡς ὁ κεκαυμένος μόλιβδος. ἁρμόζει δὲ ἡ τοιαύτη πρὸς ψωροφθαλμίας καὶ ξηροφθαλμίας.