Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 7
Dioscurides Pedianus, De materia medica 7.3
Not analysed yet
3 πιπράσκεται δὲ καὶ ἀποβεβρεγμένη, ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολίζουσι δὲ αὐτὴν ἐμφυσῶντες στίβι μεθ᾿ ὕδατος ἢ οἴνου φοινικίτου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν καὶ βαρυτέραν γίνεσθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη ταῖς ῥίζαις πηλός, καὶ σήθειν χωρίζοντας τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον. δύναμιν δὲ ἔχουσι θερμαντικήν, ξηραντικήν, οὐρητικήν, ὅθεν κοιλίαν τε ἱστᾶσι πινόμεναι καὶ τὰς ἐκ μήτρας ῥύσεις προστιθέμεναι καὶ ἰχῶρας στέλλουσι.