Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 70
Dioscurides Pedianus, De materia medica 70.1
Not analysed yet
70 γάλα κοινῶς μὲν πᾶν εὔχυμον, τρόφιμον, μαλακτικὸν κοιλίας, φυσητικὸν στομάχου καὶ ἐντέρων· ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θερινοῦ, καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλον μαλακτικὸν τῆς κοιλίας. ἐστι δὲ καλὸν γάλα τὸ λευκὸν καὶ ὁμαλὸν τῇ παχύτητι καὶ συστρεφόμενον, ἐπειδὰν ἐπισταγῇ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας στυφούσῃ νομῇ τὸ πλεῖστον χρῆσθαι, σχίνῳ καὶ δρυὶ καὶ θαλλῷ καὶ τερεβινθίνη, ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύ τε καὶ γλυκὺ καὶ λιπαρόν, οὐχ οὕτως δὲ εὐστόμαχον. τὸ μέντοι ὄνειον καὶ βόειον καὶ ἵππειον εὐκοιλιώτερα καὶ ταρακτικὰ γίνεται.