Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 70
Dioscurides Pedianus, De materia medica 70.3
Not analysed yet
3 δίδοται δὲ νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος ὀλίγου συνανακραθέντος, μειγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεως τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ. ἔχει δὲ πᾶν γάλα παρεμπεπλεγμένον τὸν ὀρρόν, ὃς σχιζόμενος πρὸς κάθαρσιν εὐτονωτέραν ἁρμόζει, διδόμενος ἐφʼ ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς ἐπὶ μελαγχολικῶν, ἐπιλημπτικῶν, λεπριώντων, ἐλεφαντιάσεως, ἐξανθημάτων τῶν περὶ ὅλον τὸ σῶμα.