# De materia medica 73.2-2

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/73.2-2

2 μείζω δὲ καὶ πλατυτέραν, ἄνθος δὲ μέλαν· μετὰ δὲ τοῦτο καρπὸν ἴσχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, — ῥᾶγας δὲ δέκα ἢ δώδεκα ὁμοίας κισσοῦ κορύμβοις — μαλακὸν ὡσπερεὶ σταφυλήν· ῥίζα δʼ ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανῶσι. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετʼ οἴνου δραχμῆς μιᾶς πλῆθος φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς, δύο δὲ δραχμαὶ ποθεῖσαι ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν, τέσσαρες δὲ ποθεῖσαι καὶ ἀναιροῦσιν ἀντιφάρμακον δʼ ἐστὶν αὐτοῦ μελίκρατον πολὺ πινόμενον καὶ ἐξεμούμενον.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
