# De materia medica 73.2

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/73.2

2 ἄλλοι δὲ διαθέντες ὀβελίσκους ἐπὶ πλατύστομον κεραμεοῦν ἀγγεῖον, διεστῶτας ἀπʼ ἀλλήλων, καὶ ἐπιθέντες σχίδακας δᾳδίων ἰσχνάς καὶ ἐπάνω θέντες τὰ ἔρια διεξασμένα καὶ βεβρεγμένα ἐλαίῳ οὕτως ὥστε μὴ ἀποστάζειν, καὶ πάλιν σχίδακας καὶ ἔρια ἐναλλὰξ ἐπιτιθέντες, κούφως ἐκ τῶν δᾳδίων ὑφάπτουσι, καέντα δὲ αἴρουσι καὶ εἴτε λίπος ἢ πίττα ἐκ τῶν δᾳδίων ὑπορρεῖ συναναιροῦνται καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν κεραμεῷ κρατῆρι ὕδατος ἐπιχεομένου καὶ ταρασσομένου εὐτόνως ταῖς χερσί, καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ ὑγροῦ καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου, καὶ τοῦτο γίνεται, ἄχρις ἂν προσαγόμενον τῇ γλώττῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
