# De materia medica 74.3

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/74.3

οἱ δὲ πλύναντες 3 τὰ ἔρια καὶ ἐκθλίψαντες τὸν ῥύπον ἕψουσι μεθʼ ὕδατος ἐν λέβητι πυρὶ κούφῳ, καὶ τὸ ἐφιστάμενον λίπος ἀφαιροῦντες πλύνουσιν ὕδατι, ὥσπερ εἴρηται, καὶ διυλίσαντες εἰς λοπάδιον κεραμεοῦν ἔχον ὕδωρ θερμὸν λινῷ τε ῥάκει περιπωμάσαντες τιθέασιν ἐν ἡλίῳ, μέχρι ἂν αὐταρκῶς παχὺς γένηται καὶ λευκός· ἔνιοι δὲ διὰ δύο ἡμερῶν ἀποχέοντες τὸ πρῶτον ὕδωρ ἄλλο ἐπιχέουσιν. ἐστι δὲ βελτίων ὁ ἀστρούθιστος καὶ λεῖος, ὄζων ἐρίων οἰσυπηρῶν, ἀνατριβόμενός τε μεθʼ ὕδατος ψυχροῦ ἐν μύακι λευκαινόμενος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκὸς ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
