Ancient Greek · ~2 min
74.4 to 74.5
Dioscurides Pedianus, De materia medica 74.4-5
Not analysed yet
δύναμιν δὲ ἔχει θερμαντικήν, πληρωτικὴν ἑλκῶν, μαλακτικήν, 4 καὶ μάλιστα τῶν περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύρῳ, καὶ ἔμμηνα καὶ ἔμβρυα ἐν ἐρίῳ προστιθέμενος ἄγει, πρός τε τὰ ἐν ὠσὶ καὶ αἰδοίῳ σὺν χηνείῳ στέατι. ποιεῖ δὲ καὶ πρὸς περιβεβρωμένους κανθούς καὶ ψωρώδεις καὶ βλέφαρα τετυλωμένα καὶ τριχορροοῦντα. καίεται δὲ ἐπ ὀστράκου καινοῦ, 5 μέχρι ἂν τεφρωθὲν ἀποβάλῃ τὸ λίπος· συνάγεται δὲ καὶ λιγνὺς ἐξ αὐτοῦ, ὡς ὑπεδείξαμεν (I 68), ἁρμόζουσα πρὸς τὰ ὀφθαλμικά.