Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 75
Dioscurides Pedianus, De materia medica 75.4
Not analysed yet
μείγνυται καὶ εἰς τὰς ἀφθαλμικὰς καὶ 4 ἀνωδύνους δυνάμεις καὶ πεσσοῖς μαλακτικοῖς· καθʼ ἑαυτὸν δὲ ὅσον ἡμιώβολον προστεθεὶς ἔμμηνα καὶ ἔμβρυα ἄγει, δακτυλίῳ τε ἀντὶ βαλανίου προστεθεὶς ὕπνον ποιεῖ, μαλάσσειν δὲ καὶ ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ἓξ καὶ εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετʼ ἀλφίτου καταπλασσόμενα· διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα, χοιράδας, φύματα, παρατριβόμενά τε ἡσυχῆ ἐπὶ ἡμέρας πέντε ἢ ἓξ στίγματα ἄνευ ἕλκους ἀφανίζει· καὶ ταριχευόμενα δὲ τὰ φύλλα ἀποτίθεται πρὸς τὰς αὐτὰς χρείας.