Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.10
Not analysed yet
10 πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῳ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ. ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξασθαι τὴν τῶν ἀρωμάτων δύναμιν ρὕτως· λαβὼν αὐτῶν ὅ τι ἂν αἱρῇ ζέσον ἅμα οἴνῳ, συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα· τινὲς δὲ ἐνὶ τούτων ἀρκοῦνται. ὅταν δὲ τὸ τρίτον ἀναζέσῃ, ἀνελόμενος πραέως καὶ δι᾿ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται.