Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.12
Not analysed yet
ὅταν 12 δὲ τὴν στεατώδη ἀποφοράν ἀποβάλῃ πᾶσαν, διυλίσας αὐτὸ ψῦχε, καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους μνᾶς τέσσαρας οἴνῳ φύρασον παλαιῷ καὶ ἔασον μίαν νύκτα συμπιεῖν τῇ δ᾿ ἐχομένη εἰς χύτραν κεραμεᾶν τριχουνιαίαν καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάντων τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ.