Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.14
Not analysed yet
14 ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖον βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γάρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχύ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῳ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τά ὅμοια. σαμψουχίζεται δὲ στέαρ οὕτως· λαβών τοῦ καλῶς τεθεραπευμένου ὅσον μνᾶν μίαν —ἔστω δὲ μᾶλλον ταύρειον —καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιχέας δαψιλέστερον οἶνον, εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦσαι.