Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.18
Not analysed yet
τὸ δὲ τράγειον, διαλυτικώτερον ὄν, βοηθεῖ 18 ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλάς ὁμόχρους ποιεῖν, χήνειον δᾶ καὶ ὀρνίθειον πρός τε τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει.