# De materia medica 76.2

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/76.2

τινὲς δὲ 2 ἀντὶ τοῦ ἡλίου ὑπὲρ ὕδατος θερμοῦ ἐπερείδονται τὴν λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἐστι δὲ καὶ ἄλλος τρόπος θεραπείας τοιοῦτος μετὰ τὸ ἐξυμενισθῆναι τὸ στέαρ λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα. ὔειον δὲ καὶ ἄρκειον θεραπεύεται οὕτως· λαβὼν τὸ πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ νεφριαῖον, ἔμβαλε 8 εἰς ὕδωρ δαψιλὲς ὄμβριον ὡς ὅτι ψυχρότατον καὶ ἐξυμένισον καὶ τρῖβε ταῖς χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ ἀποψήχων·

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
