Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76
Dioscurides Pedianus, De materia medica 76.8
Not analysed yet
τήκετοι 8 δὲ καὶ χωρὶς ἀλῶν ἐπ᾿ ἐνίαις διαθέσεσιν, ἐν αἶς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτως σκευασθὲν οὐκ ἄγαν λευκόν, ὡσαύτως δὲ καὶ παρδάλειον σκευαστέον καὶ λεόντειον συάγρειόν τε καὶ καμήλεον καὶ ἵππειον καὶ τὰ ὅμοια. ἀρωματιστέο΄ν δὲ στέαρ μόσχειον καὶ ταύρειον, ἔτι δὲ ἐλάφειον καὶ μυελὸν τοῦδε τοῦ ζῴου τὸν τρόπον τοῦτον· ἐξενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείρηται, σύζεσον οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦσαι ἀφφὶς ἕτερον οἶνον ἀπὸ τοῦ αὐτοῦ γένους ἐπίχεε τῷ πλήθει τοσοῦτον, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀποκογχίσας τε ἐπιμελῶς, πρὸς ἐννέα κοτύλας τοῦ στέατος ἔμβολε