# De materia medica 76.9

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/76.9

9 σχοίνου Ἀραβικῆς ὁλκὰς ἑπτά· ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, τοῦ ἄνθους ὁλκὰς τεσσαράκοντα, προσαπόδος δὲ καὶ φοίνικος καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν μεῖξον δὲ καὶ καρδαμώμου καὶ νάρδου καὶ κασσίας καὶ κιναμώμου ἀνὰ οὐγγίαν μίαν — πάντα δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα — εἶτα ἐπιδούς οἶνον εὐώδη ἀπέρεισαι ἐπ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ᾿ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
