Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 77
Dioscurides Pedianus, De materia medica 77.1
Not analysed yet
77 μυε λῶν δὲ κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ καὶ οἱονεὶ σάρξ εὔθρυπτος ἐν τοῖς ἀστέοις εὑρίσκεται. ἐστι δὲ δύσγνωστος, ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ καὶ ἀποθῆται. ἄπαντες δέ εἰσι μαλακτικοί, ἀραιωτικοί, θερμαντικοί, πληρυμωτικοὶ ἑλκῶν· ὁ δὲ ἐλάφειος περιχρισθεὶς καὶ θηρία διώκει.