Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 78
Dioscurides Pedianus, De materia medica 78.2
Not analysed yet
εἰσὶ δὲ πᾶσα ι αἱ χολαὶ δριμεῖαι, θερμαντικαί, τῷ μᾶλλόν 2 τε καὶ ἧττον κατὰ δύναμιν ἀλλήλων διαφέρουσαι. δοκοῦσι δὲ ἐπιτετάσθαι ἥ τε τοῦ θαλασσίου σκορπίου καὶ ἰχθύος τοῦ λεγομένου καλλιωνύμου, χελώνης τε θαλασσίας καὶ ὑαίνης, ἔτι δὲ πέρδικος καὶ ἀετοῦ καὶ ἀλεκτορίδος λευκῆς καὶ αἰγὸς ἀγρίας, ἰδίως ἁρμόζουσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς, ἄργεμά τε καὶ τραχέα βλέφαρα. τῆς δὲ τοῦ προβάτου καὶ τοῦ τράγου καὶ τοῦ συὸς ἔτι δὲ ἄρκου ἐμπρακτικωτάτη ἐστὶν ἡ ταυρεία. πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται, καὶ μᾶλλον ἐπὶ παιδίων, εἴ τις κροκύδα βάψας προσθείη τῷ δακτυλίῳ.