# De materia medica 8

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter preface. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/8

8 παρὰ ταύτην γοῦν τὴν αἰτίαν τινὲς τῶν ἀναγραψαμένων ἐπλανήθησαν εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέρειν, καθάπερ ἐπὶ τῆς ἀγρώστεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευχὼς αὐτοῖς καὶ ἐν πολλοῖς τόποις μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέναι ὅτι ἔνια τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει, οἷον ἐλλέβορος λευκὸς καὶ μέλας, τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. τὰ μὲν οὖν ἐρνώδη, ὧν ἐστι στοιχάς, χαμαίδρυς, πόλιον, ἁβρότονον, σέριφον, ἀψίνθιον, ὕσσωπον καὶ τὰ ὅμοια τούτοις, συλλέγειν δεῖ ἐγκύμονα τῶν σπερμάτων, ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν, τοὺς δὲ καρποὺς πεπείρους ὄντας, καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραίνεσθαι πρὸ τοῦ ἀπορρεῖν·

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
