# De materia medica 80.2

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/80.2

2 ξηραὶ δὲ λεῖαι σὺν λιβανωτῷ προστεθεῖσαι ἐν ἐρίῳ ῥοῦν γυναικεῖον ἐπέχουσι, καὶ τὰς ἄλλας δὲ αἱμορραγίας σῦν ὄξει στέλλουσι· καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι μετʼ ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι, σὺν ὀξυγγίῳ δὲ καταπλασσόμεναι ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετʼ ὄξους ἢ οἴνου ἐπιτίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ ἰσχιαδικῶν δὲ ἡ διʼ αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον· ἐπὶ τὸ μεταξὺ μέρος τοῦ (λιχανοῦ καὶ τοῦ〉 ἀντίχειρος, συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προυποθεὶς ἔριον ἐλαίῳ βεβρεγμένον, ἐπιτίθει κατά μίαν σπύραθον πυρῶν, ἄχρι οὗ ἂν ἡ αἴσθησις διὰ τοῦ βραχίονος ἐπὶ τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ· καλεῖται δὲ τοιαύτη καῦσις Ἀραβική.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
