Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.3
Not analysed yet
προβάτων δὲ ἀχοδος σῦν ὄξει καταπλασθεῖσα ἐπινυκτίδας, ἥλους, θύμους, ἀκροχορδόνας ἰᾶται, πυρίκαυτα δὲ κηρωτῇ ῥοδίνῃ ἀναλημφ θεῖσα. ὑὸς δὲ ἀγρίου ξηρὰ μεθʼ ὕδατος ἢ οἴνου ποθεῖσα αἵματος ἀναγωγὴν ἴσχει καὶ χρόνιον ἄλγημα πλευράς πραύνει, ῥήγματα δὲ καὶ σπάσματα μετʼ ὄξους στρέμματα δὲ θεραπεύει ἀναλημρ θεῖσα κηρωτῇ ῥοδίνῃ. ὀνὶς δὲ καὶ ἡ τῶν ἵππων ἄφοδος αἱμορραγίας ἱστησιν ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ἐξ ἀγέλης ὄνου ποηφάγου ἄφοδος ξηρά χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα σκορπιοπλήκτοις σφόδρα βοηθεῖ.