Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 83
Dioscurides Pedianus, De materia medica 83.2
Not analysed yet
ἀναζέσαντος δὲ πάλιν τοῦ κηροῦ, ὡς δεδήλωται, 2 ἀναιροῦ τὸ ἀγγεῖον ἀπὸ τοῦ πυρὸς καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προνενοτισμένον ὕδατι ψυχρῷ, κάθες πραέως εἰς τὸν κηρόν, ἀκροθιγῶς ἐμβάπτων πρὸς τὸ ἐλάχιστόν τι αὐτοῦ ἐφέλκεσθαι καὶ καθʼ ἑαυτοῦ πήγνυσθαι. ἀνελόμενος δὲ τὸν πρῶτον κυκλίσκον ἀφαιροῦ, καὶ ἐκ δευτέρου κάθες τὸν πυθμένα ψύχων ὕδατι, καὶ τὸ αὐτὸ ποίει, ἕως ἄν ἅπαντα ἀναλάβῃς. λοιπὸν λίνῳ διείρας τὰ κυκλίσκια διεστῶτα ἀπʼ ἀλλήλων κρέμασον, ἡμέρας μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά, νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἄν λευκὰ γένηται. εἰ δὲ ἄγαν τις θέλοι λευκὸν ποιῆσαι, τὰ μὲν λοιπὰ ὡσαύτως ἐνεργείτω, ἑψέτω δὲ πλεονάκις.