Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 83
Dioscurides Pedianus, De materia medica 83.2-3
Not analysed yet
2 γεννᾶται δὲ πλείστη ἐν Κόλχοις καὶ ἐν τῇ Μεσσηνίᾳ. βρωθεῖσα δὲ κτείνει κατὰ πνιγμὸν ὁμοίως τοῖς μύκησιν. ἀνεγράψαμεν δὲ αὐτήν, ἵνα μὴ λάθῃ βρωθεῖσα ἀντὶ βολβοῦ· παραδόξως γάρ ἐστιν ἐπακτικὴ διὰ τὴν ἡδονὴν τοῖς ἀπείροις. βοηθεῖ δὲ τοῖς φαγοῦσιν ὅσα καὶ τοῖς μύκησι, καὶ γάλα δὲ βόειον πινόμενον, ὥσθʼ ὅταν παρῇ τοῦτο, μηδενὸς ἄλλου δεῖσθαι βοηθήματος.