# De materia medica 84.2-3

Dioscurides Pedianus, De materia medica, 84.2 to 84.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/84.2

δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἐπισπαστικήν, 2 διαλυτικὴν σκληρωμάτων τε καὶ φυμάτων, κοιλίαν τε ὑπάγει ποθὲν καὶ ἔμβρυα κατασπᾷ καὶ σπλῆνα τήκει μετ᾿ ὄξου δραχμὴ μία ποθεῖσα καὶ ἄρθρων καὶ ἰσχίων ἀλγήματα παραιτεῖται. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ ἀρθοπνοϊκοῖς καὶ ἐπιλη| πτικοῖς, καὶ τοῖς ὑγρὰ ἐν θώρακι ἔχουσιν ἐκλειχόμενον μετὰ μέλιτος ἢ μετὰ πτισάνης ῥοφούμενον· ἄγει δὲ καὶ οὖρα αἱματώδη. σμήχει δὲ τὰ ἐν ὀφθαλμοῖς λευκώματα καὶ τραχύτητας βλεφάρων 3 τήκει· λυθὲν δὲ ὄξει καὶ ἐπιτεθὲν παύει τὰς περὶ σπλῆνα καὶ ἧπαρ σκληρίας· λύει καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους μετὰ μέλιτος καταπλασσόμενον ἢ καὶ πίσσῃ μιγέν· ποιεῖ δὲ καὶ πρὸς κόπους καὶ ἰσχιάδας συγχριόμενον, μιγὲν ὄξει καὶ νίτρῳ καὶ κυπρίνῳ ἐλαίῳ ἀντὶ ἀκόπου.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
