Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 85
Dioscurides Pedianus, De materia medica 85.1-2
Not analysed yet
85 ἑλξίνη· οἱ δὲ παρθένιον, οἱ δὲ περδίκιον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡρακλείαν, οἱ δὲ ὑγιεινὴν ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον καλοῦσι· φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, στυπτικήν, ὅθεν καταπλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κονδυλώματα, κατακαύματα, φύγεθλα ἀρχόμενα καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα.