# De materia medica 85.2

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/85.2

τὸ δὲ πίτυρον σύν ὄξει δριμεῖ 2 ἑψηθὲν λέπρας ἀφίστησι καταπλασσόμενον θερμόν, καὶ πάσης φλεγμονῆς ἐν ἀρχῇ κατάπλασμα σύμφορον, μετὰ δὲ πηγάνου ἀποζέματος ἑψηθὲν μαστούς χονδριῶντας παύει καὶ ἐχεοδήκτοις ἁρμόζει καὶ στροφουμένοις. ἡ δʼ ἐκ τῶν ἀλεύρων ζύμη, θερμαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ ἐν πέλμασι λεπτύνει καὶ τὰ ἄλλα φύματα καὶ δοθιῆνας σὺν ἁλ| σὶν ἐκπέσσει καὶ ἀναστομοῖ. τὸ δʼ ἐκ τῶν σητανίων πυρῶν ἄλευρον ἰοβόλοις ἁρμόζει καταπλασσόμενον σὺν ὄξει ἢ οἴνῳ, ἑψηθὲν δὲ κόλλης τρόπον καὶ ἐκλειχόμενον αἱμοπτυικοὺς ὠφελεῖ, καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμούς σύν ἡδυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν ποιεῖ· καὶ ἡ ἐξ αὐτῶν δὲ τῶν πυρῶν γῦρις ἑψηθεῖσα σὺν μελικράτῳ ἢ ὑδρελαίῳ πᾶσαν διαφορεῖ φλεγμονήν.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
